slug: "epeiro"
translates: "continents"
lang: grc
title: "Ἐστὸν δύο γ’ ἠπείρω"
pageCreated: "2021-02-17"
pageTranslated: "2024-07-23"
pageUpdated: "2024-07-23"
extends en.pug
append head
style.
h1, .bigtext {
font-family: var(--serif);
}
block header
h1 Ἐστὸν δύο γ’ ἠπείρω
block content
p #[strong.bigtext Ἄπειρα ἔτη] μάχεται ἅνθρωπος ἀφρόνως ἐαυτῷ, ἐρωτώμενος ὁπόσαι εἰσὶν ἤπειροι ἐπι Γῆς. Ἑπτα; Ἕξ, οἱ γὰρ Περίοικοι χαἰ Ἀντίποδες μία ἐστόν; Ὀκτώ, εἰ γὰρ ἡ Εὐρώπη ἤπειρός ἐστι, ᾙνδία καὶ ἄν; Πέντε, ἐστὸν γὰρ τὼ ἄμφω ὑστέρα πρὸς τὴν Εὐρασίαν; #[em Τέτταρες], διά τινα «Εὐραφρασίαν»;
p Βλόψ! Ἐστόν γε δύο:
img#oecumene-map(src=qua('oecumene.png'), alt="Πίναξ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Ἀφρίκῆς καὶ τῶν Ἀντοίκων.")
p #[strong.bigtext.ecumene Ἡ Οἰκουμένη] ἔχει ὅ τις καλεῖ «τὸν Παλαιὸν Κόσμον», τὰς δὲ σποράδας νήσους τῶν Ἀντοίκων καὶ τΟἰρηνικοῦ πελάγους. Τείνει ἀπὸ μὲν Θουλικῶν κρυσταλλίνων ποταμῶν καὶ Λιβυκῶν ψαμμινῶν ὀρῶν πρὸς δὲ τροπικῶν ὑλῶν τοῦ Βορνέου καὶ τἈντοίκου ψιλοῦ ἀγροῦ, οἰκουμένη ὑφ’ ὑπὲρ ἑκ­και­εξη­κον­τα­κισ­μυρια­κισ­μυρίων ἀνθρώπων (τοὺς πλείονας πάντων).
ul
li
strong.ecumene Μέγισται πόλεις
ul
li Τωκιώ
li Τζακάρτα
li Δέλις
li Μανίλα
li Σεούλη
li Ἑπτανησία
li
strong.ecumene Προὔχουσαι ἄκραι
ul
li Ἴμαος
li Κιλιμαντζᾶρος
li Τζαία
li Ἐλβρός
li Λεὐκὸν Ὄρος
li Δαμαυάνδη
li
strong.ecumene Μακρότατοι ποταμοί
ul
li Νεῖλος
li Κυανοῦς
li Ἰενισεῖος
li Βαύτισος
li Ὄβ
li Κώγγω
img#cemanahuac-map(src=qua('cemanahuac.png'), alt="Πίναξ τῶν Περιοίκων καὶ τῶν Ἀντιπόδων καὶ τῆς Ἀνταρκτικῶν.")
p #[strong.bigtext.cemanahuac Ἡ Σημαναυακὴ] συνίσταται ἐκ τῶν Περιοίκων καὶ τῶν Ἀντιπόδων καὶ τῆς Ἀνταρκτικῶν, τείνουσα ἀπὸ μὲν Ἀλασκαίων κόλπων καὶ Μιττιττιππικῶν τελμάτων πρὸς δὲ ψυχρῶν Ἀνταρκτικῶν ἐρημίων καὶ τῆς Ὑλῶν τῆς Ἀμαζόνων, τῶν πλευμόνων τῆς #[+sc("Γαίας")]. Ὀλίγου ͵ϟ͵ϝ μυριάδες οἰκεῖ ἐνταῦθα, ἀλλ’ οὐδείς βεβαίως ἐπὶ τῶν χιόνων τῶν νοτιωτάτων.
ul
li
strong.cemanahuac Μέγισται πόλεις
ul
li Νέον Ἐβόρακον
li Παυλούπολις
li Μεξικώπολις
li Ἀγγελόπολις
li Εὐαερόπολις
li Ποταμὸς Ἰανουαρίου
li
strong.cemanahuac Προὔχουσαι ἄκραι
ul
li Δενάλις
li Ἀκογκάγουα
li Ὄρος Κολόμβου
li Ὄρος Λωγάνου
li Ὄρος Ὀριζάβας
li Ὄρος Οὐίνσωνος
li
strong.cemanahuac Μακρότατοι ποταμοί
ul
li Π. Ἀμαζόνων
li Μιττιττίππις
li Ἀργύρεος
li Π. Μακενζίου
li Τοκαντῖνος
li Ἰούκων
p #[strong.bigtext Ἀσάφεια] ᾖ περὶ ἐκτόπων νήσων ἃς οὔ τις δύναται ἁπλῶς προσνέμειν ἐκατέρᾳ ἡπείρῳ, αὐτίκα τῶν τἈτλαντικοῦ καὶ τΟἰρηνικοῦ. Πεπείραμαι αὐτὰς ἐν τῷ σχήματι ἐναρμόζειν.
p Ἡ #[strong.ecumene Θουλὴ] μεταξὺ κεῖται δυοῖν ἠπειρωτικοῖν πλακοῖν, ἀλλὰ ναί ἐστιν μέρος τῆς Οἰκουμένης, οἰκισθεῖσα ὑπὸ Βαράγγων ἀντολίηθε κοὐ Ὑπερβορέων δὐσιθεν. Ὁμοῖα δύναται λογίζεσθαι τῇ #[strong.ecumene Σουαλβαρδῇ] καὶ τῇ #[strong.ecumene Νήσῳ Ἰωάννου Μαίου], ὀλιγάνδρῳ νήσῳ ὑπηκόῳ τῆς Νορουηγίας.
p Αἱ #[strong.ecumene Ἀζώραι] χἠ Λουσιτανία συνδοῦνται βεβαίως ἔθνος. Οὕτω μὲν τὼ νήσο Φλώρης καὶ Κόρβος ἐπὶ τῆς Περιοίκου πλακὸς ἵδρυσθον, διατίθεσθον δὲ σὺν ταῖς ἄλλαις εἰς τὴν Οἰκουμένην.
p Αἱ #[strong.cemanahuac Νῆσοι Κεργελένου] καὶ #[strong.cemanahuac Ἥρδου καὶ Δοναλδίδου] ἔπεισι ἰδίαν ὕφαλον μικρήπειρον ἥ ὀρέγεται τῆς Ἀνταρκτικῆς ἔσωθεν τῆς Συμβολῆς, ἀσφαλῶς ἥγηθησόμεναι ἐν τῇ Σημαναυακῇ.
p Ἡπείρος «Ὠκεανία» δοκεῖ ἔχειν καὶ τοὺς Ἀντοίκους καὶ τὰς νησῖδας τΟἰρηνικοῦ Ὠκεανοποῦ· οὖν συνάγω μὲν αὐτῶν τοὺς πλέιστους ἐν τᾨκουμένῃ, καὶ τὴν Ἀμερικὴν #[strong.ecumene Αὑαΐαν] καὶ τὴν Τζιλικὴν #[strong.ecumene Νῆσον τοῦ Πάσχα]. Συνέρχονται δὲ τὸ #[strong.cemanahuac Κλιππερτόν] χοἰ #[strong.cemanahuac Γαλάπαγοι] τὴν Σημαναυακήν, ὄντες ταύτῃ πολὺ πλησιώτεροι ἤ τῷ Οἰκουμενικῷ ὤγκῳ κᾠκισθέντες γὰρ ὐπ’ ἀποίκων ἐκ ταύτῆς δ’ οὐ Πολυνησιωτῶν ἐξ ἐκείνης.
p Τὸ τελευταῖον, δεῖ τινὰ εὐλαβὴς εἶναι ἕως συνείρῃ μεθόριον διὰ τῆς νήσων τῶν Ἀλεύτων καὶ τοῦ Πόρου τοῦ Βερίγγους. Οὔτὲ μὲν ἐθνικὴ διαφυὴ οὔτε γεωγραφικὴ φαίνει μεταξὺ τῆς ἀντηλιοτάτης χθονός τῆς Ῥωσίας καὶ τῶν δυτικοτάτων κλημάτων τῆς Ἀλάσκας: Ἄλευτοι καὶ Ὑπερβόρεοι οἰκέουσι τὴν ἅπασαν χώραν, χἠ Περίοικος πλὰξ τείνει μυρίων σταδίων εἰς τὴν Σιβηρίαν. Ἁρίστη διαίρεσίς ἐστι δὲ πολιτική. Ἔχει ᾩκουμένη τὸν #[strong.ecumene Μέγαν Διομήδη] καὶ τὰς #[strong.ecumene Νήσους Στρατηγοῦ] κἄλλας Ῥωσικαὶ νήσους, ἔχει δ’ ἡ Σημαναυακὴ τὸν #[strong.cemanahuac Μικρὸν Διομήδη] καὶ τὴν #[strong.cemanahuac Λαυρεντιουνήσους] καὶ τὰς Ἀμερικάς.